Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.146.2 | Hdt. 2.147.4 (English) | >>Hdt. 2.148.5 |
2.147.1
ταῦτα μέν νυν αὐτοὶ Αἰγύπτιοι λέγουσι · ὅσα δὲ οἵ τε ἄλλοι ἄνθρωποι καὶ Αἰγύπτιοι λέγουσι ὁμολογέοντες τοῖσι ἄλλοισι κατὰ ταύτην τὴν χώρην γενέσθαι , ταῦτʼ ἤδη φράσω · προσέσται δέ τι αὐτοῖσι καὶ τῆς ἐμῆς ὄψιος .
2.147.2
ἐλευθερωθέντες Αἰγύπτιοι μετὰ τὸν ἱρέα τοῦ Ἡφαίστου βασιλεύσαντα , οὐδένα γὰρ χρόνον οἷοί τε ἦσαν ἄνευ βασιλέος διαιτᾶσθαι , ἐστήσαντο δυώδεκα βασιλέας , δυώδεκα μοίρας δασάμενοι Αἴγυπτον πᾶσαν .
2.147.3 οὗτοι ἐπιγαμίας ποιησάμενοι ἐβασίλευον νόμοισι τοισίδε χρεώμενοι , μήτε καταιρέειν ἀλλήλους μήτε πλέον τι δίζησθαι ἔχειν τὸν ἕτερον τοῦ ἑτέρου , εἶναί τε φίλους τὰ μάλιστα .
2.147.4 τῶνδε δὲ εἵνεκα τοὺς νόμους τούτους ἐποιέοντο , ἰσχυρῶς περιστέλλοντες · ἐκέχρηστό σφι κατʼ ἀρχὰς αὐτίκα ἐνισταμένοισι ἐς τὰς τυραννίδας τὸν χαλκέῃ φιάλῃ σπείσαντα αὐτῶν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου , τοῦτον ἁπάσης βασιλεύσειν Αἰγύπτου · ἐς γὰρ δὴ τὰ πάντα ἱρὰ συνελέγοντο .
ch. 148
2.148.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.146.2 | Hdt. 2.147.4 (English) | >>Hdt. 2.148.5 |